Ancient Greek
Chapter 12
Justin Martyr, Dialogus cum Tryphone 12.2
Not analysed yet
Τοῦτον αὐτὸν ὑμεῖς ἠτιμώσατε τὸν νόμον καὶ τὴν καινὴν ἁγίαν αὐτοῦ διαθήκην ἐφαυλίσατε, καὶ οὐδὲ νῦν παραδέχεσθε οὐδὲ μετανοεῖτε πράξαντες κακῶς. Ἔτι γὰρ τὰ ὦτα ὑμῶν πέφρακται, οἱ ὀφθαλμοὶ ὑμῶν πεπήρωνται, καὶ πεπάχυται ἡ καρδία [cf. Is. ,VI, 40]. Κέκραγεν Ἱερεμίας, καὶ οὐδ᾿ οὕτως ἀκούετε· πάρεστιν ὁ νομοθέτης, καὶ οὐκ ὁρᾶτε· πτωχοὶ εὐαγγελίζονται, τυφλοὶ βλέπουσι [cf. MT. XI, 5, et Is. ,XXIX, 48-49; LXI, 4], καὶ οὐ συνίετε.