Ancient Greek
Chapter 120
Justin Martyr, Dialogus cum Tryphone 120.4
Not analysed yet
Ἐλήλυθε τοιγαροῦν, ὡς καὶ ἐν πολλοῖς ἀπεδείξαμεν, καὶ προσδοκᾶται πάλιν παρέσεσθαι ἐπάνω τῶν νεφελῶν Ἰησοῦς [cf. DAN. ,VII, 13, etc.] ,οὗ τὸ ὄνομα βεβηλοῦτε ὑμεῖς [cf. MAL. ,I, 12] καὶ βεβηλοῦσθαι ἐν πάσῃ τῇ γῇ ἐξεργάζεσθε. Δυνατὸν δὲ ἦν μοι, ἔφην, ὦ ἄνδρες, μάχεσθαι πρὸς ὑμᾶς περὶ τῆς λέξεως, ἣν [fol. 173] ὑμεῖς ἐξηγεῖσθε λέγοντες εἰρῆσθαι· Ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· ἐπειδὴ οὐχ οὕτως ἐξηγήσαντο οἱ ἑβδομήκοντα, ἀλλ᾿· Ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται.