Ancient Greek
Chapter 127
Justin Martyr, Dialogus cum Tryphone 127.1
Not analysed yet
Καὶ τὰ ἄλλα δὲ τοιαῦτά ἐστιν εἰρημένα τῷ νομοθέτῃ καὶ τοῖς προφήταις. Καὶ ἱκανῶς εἰρῆσθαί μοι ὑπολαμβάνω ὅτι, ὅταν μου ὁ θεὸς λέγῃ· Ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ [Gen. ,XVII, 22], ἢ Ἐλάλησε κύριος πρὸς Μωσῆν [Exod. ,VI, 29], καὶ Κατέβη κύριος τὸν πύργον ἰδεῖν ὅν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων [Gen. ,XI, 5], ἢ ὅτε Ἔκλεισεν ὁ θεὸς τὴν κιβωτὸν Νῶε ἔξωθεν [Gen. ,VII, 16], μὴ ἡγεῖσθε αὐτὸν τὸν ἀγέννητον θεὸν κατα[fol. 180]βεβηκέναι ἢ ἀναβεβηκέναι ποθέν.