Ancient Greek
Chapter 129
Justin Martyr, Dialogus cum Tryphone 129.1
Not analysed yet
Καὶ νῦν δὲ ἔτι καὶ οὕς εἶπον λόγους εἰς ἀπόδειξιν τούτου ἐρῶ. Ὅταν λέγῃ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ [Gen. ,XIX, 24], δύο ὄντας ἀριθμῷ μηνύει ὁ λόγος ὁ προφητικός, τὸν μὲν ἐπὶ γῆς ὄντα, ὅς φησι καταβεβηκέναι ἰδεῖν τὴν κραυγὴν Σοδόμων [Gen. ,XVIII, 21], τὸν δὲ ἐν τοῖς οὐρανοῖς ὑπάρχοντα, ὅς καὶ τοῦ ἐπὶ γῆς κυρίου κύριός ἐστιν, ὡς πατὴρ καὶ θεός, αἴτιός τε αὐτῷ τοῦ εἶναι καὶ δυνατῷ καὶ κυρίῳ καὶ θεῷ.