Ancient Greek
Chapter 134
Justin Martyr, Dialogus cum Tryphone 134.5
Not analysed yet
Ἐβούλευσεν Ἰακὼβ τῷ Λάβαν ὑπὲρ τῶν ῥαντῶν καὶ πολυμόρφων θρεμμάτων [cf. Gen. ,XXX-XXXI]· ἐδούλευσε καὶ τὴν μέχρι σταυροῦ δουλείαν [cf. PHILIPP. ,II, 7-8] ὁ Χριστὸς ὑπὲρ τῶν ἐκ παντὸς γένους ποικίλων καὶ πολυειδῶν ἀνθρώπων, δι᾿ αἵματος καὶ μυστηρίου τοῦ σταυροῦ κτησάμενος αὐτούς· Λείας ἀσθενεῖς ἦσαν οί ὀφθαλμοί [cf. Gen. ,XXIX, 17]· καὶ γὰρ ὑμῶν σφόδρα οἱ τῆς ψυχῆς ὀφθαλμοί. Ἔκλεψε Ῥαχὴλ τοὺς θεοὺς Λάβαν καὶ κατέκρυψεν αὐτοὺς ἕως τῆς σήμερον ἡμέρας [cf. Gen. ,XXXI, 19-34]· καὶ ἡμῖν ἀπολώλασιν οἱ πατρικοὶ καὶ ὑλικοὶ θεοί.