Ancient Greek
Chapter 137
Justin Martyr, Dialogus cum Tryphone 137.3
Not analysed yet
Καὶ σιγώντων αὐτῶν εἶπον· Ἐγώ, ὦ φίλοι. καὶ τὰς γραφὰς λέγω νῦν ὡς ἐξηγήσαντο οἱ ἑβδομήκοντα· εἰπὼν γὰρ αὐτὰς πρότερον ὡς ὑμεῖς αὐτὰς ἔχετε, πεῖραν ὑμῶν ἐποιούμην πῶς διάκεισθε [fol. 189] ἤδη τὴν γνώμην. Λέγων γὰρ τὴν γραφήν, ἣ λέγει· Οὐαὶ αὐτοῖς, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν εἰπόντες· ὡς ἐξηγήσαντο οἱ ἑβδομήκοντα ἐπήνεγκα· Ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· ἐμοῦ ἐν ἀρχῇ τῆς ὁμιλίας καὶ εἰπόντος ὅπερ ὑμεῖς εἰρῆσθαι βούλεσθε, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν [IS. ,III, 9-10 et Sag. ,II, 12].