Ancient Greek
Chapter 139
Justin Martyr, Dialogus cum Tryphone 139.1
Not analysed yet
Καὶ γὰρ ἄλλο μυστήριον ἐπὶ τοῦ Νῶε προεφητεύθη τελούμενον. ὃ οὐκ ἐπίστασθε. Ἔστι δὲ τοῦτο. Ἐν ταῖς εὐλογίαις, αἷς εὐλόγει ὁ Νῶε τοὺς δύο υἱοὺς αὐτου, καὶ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ κατα[fol. 190]ρᾶται· τὸν γὰρ υἱόν, συνευλογηθέντα ὑπὸ τοῦ θεοῦ, τὸ προφητικὸν πνεῦμα καταρᾶσθαι οὐκ ἔμελλεν, ἀλλ᾿, ἐπεὶ δι᾿ ὅλου τοῦ γένους τοῦ ἐπιγελάσαντος τῇ γυμνώσει υἱοῦ αὐτοῦ ἡ προστίμησις τοῦ ἁμαρτήματος εἶναι ἔμελλεν, ἀπὸ τοῦ υἱοῦ τὴν κατάραν πεποίηται [cf. Gen. ,IX].