Ancient Greek
Chapter 14
Justin Martyr, Dialogus cum Tryphone 14.8
Not analysed yet
Τῶν τε λόγων τούτων καὶ τοιούτων εἰρημένων ὑπὸ τῶν προφητῶν, ἔλεγον, ὦ Τρύφων, οἱ μὲν εἴρηνται εἰς τὴν πρώτην παρουσίαν τοῦ Χριστοῦ, ἐν ᾗ καὶ ἄτιμος καὶ ἀειδὴς καὶ θνητὸς φανήσεσθαι κεκηρυγμένος ἐστίν [cf. Is. ,LIII, 2-3], οἱ δὲ εἰς τὴν δευτέραν αὐτοῦ παρουσίαν, ὅτε ἐν δόξῃ καὶ ἐπάνω τῶν νεφελῶν παρέσται, καὶ ὄψεται ὁ λαὸς ὑμῶν καὶ γνωριεῖ εἰς ὃν ἐξεκέντησαν, ὡς Ὠσηέ [cf. ZACH. ,XII, 10], εἷς τῶν δώδεκα προφητῶν, καὶ Δανιὴλ [cf. VII, 13] προεῖπον, εἰρημένοι εἰσί.