Ancient Greek
Chapter 141
Justin Martyr, Dialogus cum Tryphone 141.3
Not analysed yet
Μαρτύριον δὲ τούτου τὴν μίαν τοῦ Δαυῒδ διὰ τὴν καύχησιν αὐτοῦ γενομένην παράπτωσιν ἔχομεν [cf. PS. ,XXVI, 2 suiv.] ,ἥτις τότε ἀφείθη, ὅτε οὕτως ἔκλαυσε καὶ ἐθρήνησεν ὡς γέγραπται [cf. II R. ,XII, 13]. Εἰ δὲ τῷ τοιούτῳ ἄφεσις πρὶν μετανοῆσαι οὐκ ἐδόθη, ἀλλ᾿ ὅτε τοιαῦτα ἔκλαυσε καὶ ἔπραξεν ὁ μέγας οὗτος βασιλεὺς καὶ χριστὸς καὶ προφήτης, πῶς οἱ ἀκάθαρτοι καὶ πάντα ἀπονενοημένοι, ἐὰν μὴ θρηνήσωσι καὶ κόψωνται καὶ μετανοήσωσιν, ἐλπίδα ἔχειν δύνανται ὅτι οὐ μὴ λογίσηται αὐτοῖς κύριος ἁμαρτίαν;