Ancient Greek
Chapter 16
Justin Martyr, Dialogus cum Tryphone 16.5
Not analysed yet
Διὸ καὶ ἐμβοᾷ ὑμῖν ὁ θεὸς διὰ τοῦ Ἡσαΐου λέγων· Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου τῆς ἀδικίας ἦρται ὁ δίκάιος. Ἔσται ἐν εἰρήνῃ· ἡ ταφὴ αὐτοῦ ᾖρται [fol. 66] ἐκ τοῦ μέσου. Ὑμεῖς προσηγάγετε ὥδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ τέκνα πόρνης. Ἐν τίνι ἐνετρυφᾶτε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα καὶ ἐπὶ τίνι ἐχαλάσατε τὴν γλῶσσαν [Is. ,LVII, 1-4];