Ancient Greek
Chapter 19
Justin Martyr, Dialogus cum Tryphone 19.2
Not analysed yet
Οὐ γὰρ πᾶσιν ἀναγκαῖα αὕτη ἡ περιτομή, ἀλλ᾿ ὑμῖν μόνοις, ἵνα, ὡς προέφην, ταῦτα πάθητε ἃ νῦν ἐν δίκῃ πάσχετε. Οὐδὲ γὰρ τὸ βάπτισμα ἐκεῖνο τὸ ἀνωφελὲς τὸ τῶν λάκκων προσλαμβάνομεν· οὐδὲν γὰρ πρὸς τὸ βάπτισμα τοῦτο τὸ τῆς ζωῆς ἐστι. Διὸ καὶ κέκραγεν ὁθεός, ὅτι Ἐγκατελίπετε αὐτόν, πηγὴν ζῶσαν, καὶ ὠρύξατε ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συνέχειν ὕδωρ [JÉR. ,II, 13].