Ancient Greek
Chapter 19
Justin Martyr, Dialogus cum Tryphone 19.4
Not analysed yet
Λὼτ ἀπερίτμητος ἐκ Σοδόμων ἐσώθη, αὐτῶν ἐκείνων τῶν ἀγγέλων αὐτὸν καὶ τοῦ κυρίου προπεμψάντων [Gen. ,XIX]. Νῶε, ἀρχὴ γένους ἄλλου, ἅμα τοῖς τέκνοις [fol. 68] ἀπερίτμητος εἰς τὴν κιβωτὸν εἰσῆλθεν. Ἀπερίτμητος ἦν ὁ ἱερεὺς τοῦ ὑψίστου Μελχισεδέκ, ᾧ καὶ δεκάτας προσφορὰς ἔδωκεν Ἀβραάμ, ὁ πρῶτος τὴν κατὰ σάρκα περιτομὴν λαβών, καὶ εὐλόγησεν αὐτόν [cf. Gen. ,XIV, 18, 20, 19] · οὗ κατὰ τὴν τάξιν τὸν αἰώνιον ἱερέα ὁ θεός καταστήσειν διὰ τοῦ Δαυῒδ [Ps. CIX, 4] μεμήνυκεν.