Ancient Greek
Chapter 20
Justin Martyr, Dialogus cum Tryphone 20.3
Not analysed yet
Οὐκ ὡς ἐξηγεῖσθε πιστευτέον. Πρῶτον μὲν γὰρ ὅτι πᾶν λάχανον χόρτου ἔστι καὶ βιβρώσκεσθαι δυνάμενος λέγειν καὶ κρατύνειν, οὐκ ἐν τούτῳ ἀσχοληθήσομαι. Ἀλλὰ εἰ καὶ τὰ λάχανα τοῦ χόρτου διακρίνομεν, μὴ πάντα ἐσθίοντες, οὐ διὰ τὸ εἶναι αὐτὰ κοινὰ ἢ ἀκάθαρτα οὐκ ἐσθίομεν [cf. Act. ,X, 14], ἀλλ᾿ ἢ διὰ τὸ πικρὰ ἢ θανάσιμα ἢ ἀκανθώδη· τῶν δὲ γλυκέων [fol. 69] πάντων καὶ τροφιμωτάτων καὶ καλλίστων, θαλασσίων τε καὶ χερσαίων, ἐφιέμεθα καὶ μετέχομεν.