Ancient Greek
Chapter 24
Justin Martyr, Dialogus cum Tryphone 24.1
Not analysed yet
Καὶ τοῦτο μὲν οὖν δυνατὸν ἦν ἡμῖν ἐπιδεῖξαι. ὦ ἄνδρες, ἔλεγον, ὅτι ἡ ἡμέρα ἡ ὀγδόη μυστήριόν τι εἶχε κηρυσσόμενον διὰ τούτων ὑπὸ τοῦ θεοῦ μᾶλλον τῆς ἐβδόμης. Ἀλλ᾿ ἵνα τανῦν [fol. 73] μὴ ἐπ᾿ ἄλλους ἐκτρέπεσθαι λόγους δοκῶ, σύνετε, βοῶ, ὅτι τὸ αἷμα τῆς περιτομῆς ἐκείνης κατήργηται, καὶ αἵματι σωτηρίῳ πεπιστεύκαμεν· ἄλλη διαθήκη [cf. JÉR. ,XXXI, 31, et Is. ,LIV, 3] τανῦν, καὶ ἄλλος ἐξῆλθεν ἐκ Σιὼν νόμος [cf. Is. ,II, 3; LI, 4; MICH. ,IV, 2].