Ancient Greek
Chapter 26
Justin Martyr, Dialogus cum Tryphone 26.2
Not analysed yet
Λέγει γὰρ ὁ θεὸς διὰ Ἡσαΐου οὕτως· Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει [Is. ,XLII, 6-7].