# Dialogus cum Tryphone 26.3

Justin Martyr, Dialogus cum Tryphone, Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/justin-martyr/dialogus-cum-tryphone/26.3

Καὶ πάλιν· Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε ταῖς θυγατράσι Σιών· ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἀπέχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον ἀπὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ κυρίου, σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐ καταλελειμμένη. Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ., ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὗτος ὡραῖος ἐν στολῇ, ἀναβαίνων βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

---

Justin Martyr, Dialogus cum Tryphone, ed. Georges Archambault. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0645.tlg003.local001/.
