Ancient Greek
Chapter 3
Justin Martyr, Dialogus cum Tryphone 3.2
Not analysed yet
Καὶ ὅς· Γνωρίζεις με; ἔφη. Ἠρνησάμην ἐγώ. Τί οὗν, μοι ἔφη, οὕτως με κατανοεῖς :Θαυμάζω, ἔφην, ὅτι ἔτυχες ἐν τῷ αὐτῷ μοι γενέσθαι· οὐ γὰρ προσεδόκησα ὄψεσθαί τινα ἀνδρῶν ἐνθάδε. Ὁ δέ· Οἰκείων τινῶν, φησί μοι, πεφρόντικα. Οὗτοι δέ μοί εἰσιν ἀπόδημοι· ἔρχομαι οὖν καὶ αὐτὸς σκοπήσων τὰ περὶ αὐτούς, εἰ ἄρα φανήσονταί ποθεν. Σὺ δὲ [fol. 53] τί ἐνθάδε; ἐμοὶ ἐκεῖνος. Χαίρω, ἔφην. ταῖς τοιαύταις διατριβαῖς· ἀνεμπόδιστος γάρ μοι ὁ διάλογος πρὸς ἐμαυτὸν γίνεται, φιλολογίᾳ τε ἀνυτικώτατά ἐστι τὰ τοιάδε χωρία.