Ancient Greek
Chapter 31
Justin Martyr, Dialogus cum Tryphone 31.7
Not analysed yet
Καὶ ἡ κρίσις ἐκάθισε, καὶ τὴν ἀρχὴν μεταστήσουσι τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. Καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν τόπων τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἐδόθη λαῷ ἁγίῳ [fol. 80] ὑψίστου βασιλεῦσαι βασιλείαν αἰώνιον· καὶ πᾶσαι ἐξουσίαι ὑποταγήσονται αὐτῷ καὶ πειθαρχήσουσιν αὐτῷ. Ἕως ὧδε τὸ τέλος του λόγου. Ἐγὼ Δανιὴλ ἐκστάσει περιειχόμην σφόδρα, καὶ ἡ ἕξις διήνεγκεν ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου ἐτήρησα [DAN. ,VII, 9-28].