Ancient Greek
Chapter 32
Justin Martyr, Dialogus cum Tryphone 32.2
Not analysed yet
Κἀγὼ πρὸς αὐτόν· Εἰ μέν, ὦ ἄνδρες, μὴ ἀπὸ τῶν γραφῶν, ὧν προανιστόρησα, τὸ εἶδος αὐτοῦ ἄδοξον καὶ τὸ γένος αὐτοῦ ἀδιήγητον, καὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ τοὺς πλουσίους θανατωθήσεσθαι, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ ὡς πρόβατον ἀχθήσεσθαι ἐλέγετο [IS. ,LIII, 2-9], καὶ δύο παρουσίας αὐτοῦ γενήσεσθαι ἐξηγησάμην, μίαν μὲν ἐν ᾗ ἐξεκεντήθη ὑφ᾿ ὑμῶν, δευτέραν δὲ ὅτε ἐπιγνώσεσθε εἰς ὃν ἐξεκεντήσατε, καὶ κόψονται αἱ φυλαὶ ὑμῶν, φυλὴ πρὸς φυλήν, αἱ γυναῖκες [fol. 81] κατ᾿ ἰδίαν καὶ οἱ ἄνδρες κατ᾿ ἰδίαν [cf. ZACH. ,XII, 10-14; JEAN, XIX. 37, et Apoc. ,i, 7, ἀσαφῆ καὶ ἄπορα ἐδόκουν λέγειν· νῦν δὲ διὰ πάντων τῶν λόγων ἀπὸ τῶν παρ ὑμῖν ἁγίων καὶ προφητικῶν γραφῶν τὰς πάσας ἀποδείξεις ποιοῦμαι, ἐλπίζων τινὰ ἐξ ὑμῶν δύνασθαι εὑρεθῆναι ἐκ τοῦ κατὰ χάριν τὴν ἀπὸ τοῦ κυρίου σαβαὼθ περιλειφθέντος εἰς τὴν αἰώνιον σωτηρίαν [cf. IS. ,I, 9; x, 22, et Rom. ,IX, 27-29: XI, 15].