Ancient Greek
Chapter 32
Justin Martyr, Dialogus cum Tryphone 32.5
Not analysed yet
Καὶ ταῦτα δὲ πάντα ἅ ἔλεγον ἐν παρεκβάσεσι λέγω πρὸς ὑμᾶς, ἵνα ἤδη ποτὲ πεισθέντες τῷ εἰρημένῳ καθ᾿ ὑμῶν ὑπὸ τοῦ θεοῦ, ὅτι Υἱοὶ ἀσύνετοί ἐστε [cf. JÉR. ,IV. 22], καὶ τῷ· Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτούς, καὶ ἀφελῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν αὐτῶν κρύψω [cf. Is. ,XXIX, 14], παύσησθε καὶ ἑαυτοὺς καὶ τοὺς ὑμῶν ἁκούοντας πλανῶντες, καὶ παρ᾿ ἡμῶν μανθάνοντες τῶν σοφισθέντων ἀπὸ τῆς τοῦ Χριστου χάριτος.