Ancient Greek
Chapter 35
Justin Martyr, Dialogus cum Tryphone 35.3
Not analysed yet
Εἶπε γάρ· Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, ἔξωθεν ἐνδεδυμένοι δέρματα προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες [MT. ,XXIV, 5, ET 7, 15]. Καί· Ἔσονται σχίσματα καὶ αἱρέσεις [cf. I Cor. ,XI, 18-19]. Καί· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς. ἔξωθεν ἐνδεδυμένοι δέρματα προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες [MT. ,VII, 15]. Καί· Ἀναστήσονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοαπόστο λοι, καὶ πολλοὺς τῶν πιστῶν πλανήσουσιν [MT. ,XXIV, 11-24; MC. ,XIII, 22].