Ancient Greek
Chapter 37
Justin Martyr, Dialogus cum Tryphone 37.1
Not analysed yet
Καὶ ἐν διαψάλματι τεσσαρακοστοῦ ἕκτου ψαλμοῦ [V. 6-9], ἔφην, εἰς τὸν Χριστὸν οὕτως εἴρηται· Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Ἄρχοντες λαῶν συνήχθησαν μετά τοῦ θεοῦ Ἀβραάμ. ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γης σφόδρα ἐπῇρθησαν.