Ancient Greek
Chapter 40
Justin Martyr, Dialogus cum Tryphone 40.1
Not analysed yet
Τὸ μυστήριον οὖν τοῦ προβάτου, ὃ τὸ πάσχα θύειν ἐντέταλται ὁ θεὸς τύπος ἦν τοῦ Χριστοῦ, οὗ τῷ αἵματι κατὰ τὸν λόγον τῆς εἰς αὐτὸν πίστεως χρίονται [fol. 90] τοὺς οἴκους ἑαυτῶν [cf. Exod. ,XII, 7-21], τουτέστιν ἑαυτούς, οἱ πιστεύοντες εἰς αὐτόν· ὅτι γὰρ τὸ πλάσμα, ὃ ἔπλασεν ὁ θεὸς τὸν Ἀδάμ, οἶκος ἐγένετο τοῦ ἐμφυσήματος τοῦ παρὰ τοῦ θεοῦ [cf. Gen. ,II, 7, et I Cor. ,III, 16], καὶ πάντες νοεῖν δύνασθε. Καὶ ὅτι πρόσκαιρος ἦν καὶ αὕτη ἡ ἐντολὴ, οὕτως ἀποδείκνυμι.