Ancient Greek
Chapter 43
Justin Martyr, Dialogus cum Tryphone 43.1
Not analysed yet
Ὡς οὖν ἀπὸ Ἀβραὰμ ἤρξατο περιτομὴ καὶ ἀπὸ Μωσέως σάββατον καὶ θυσίαι καὶ προσφοραὶ καὶ ἑορταὶ, καὶ ἀπεδείχθη διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν ταῦτα διατετάχθαι, οὕτως παύσασθαι ἔδει κατὰ τὴν τοῦ πατρὸς βουλὴν εἰς τὸν διὰ τῆς ἀπὸ τοῦ γένους τοῦ Ἀδραὰμ καὶ φυλῆς Ἰούδα καὶ Δαυῒδ παρθένου γεννηθέντα υἱὸν τοῦ θεοῦ Χριστόν, ὅστις καὶ αἰώνιος νόμος [cf. Is. ,II, 3: LI, 4; MICH. ,IV, 2] καὶ καινὴ διαθήκη [cf. JÉR. ,XXXI. 31; Is. ,LIV, 3] τῷ παντὶ κόσμῳ ἐκηρύσσετο [fol. 92] προελευσόμενος, ὡς αἱ προλελεγμέναι προφητεῖαι σημαίνουσι.