Ancient Greek
Chapter 45
Justin Martyr, Dialogus cum Tryphone 45.3
Not analysed yet
Κἀγὼ πρὸς αὐτόν· Εἰπόντος μου, ὦ ἄνθρωπε, τὰ λελεγμένα ὑπὸ τοῦ Ἰεζεκιήλ, ὅτι Κἂν Νῶε καὶ Δανιὴλ καὶ Ἰακὼβ ἐξαιτήσωνται υἱοὺς καὶ θυγατέρας, οὐ δοθήσεται αὐτοῖς, ἀλλ᾿ ἕκαστος τῇ αὐτοῦ δικαιοσύνῃ δηλονότι σωθήσεται [EZ. ,XIV, 20, 14], ὅτι καὶ τοὺς κατὰ τὸν νόμον τὸν Μωσέως πολιτευσαμένους ὁμοίως σωθήσεσθαι εἶπον. Καὶ γὰρ ἐν τῷ Μωσέως νόμῳ τὰ φύσει καλὰ καὶ εὐσεβῆ καὶ δίκαια νενομοθέτηται πράττειν τοὺς πειθομένους αὐτοῖς, καὶ πρὸς σκληροκαρδίαν δὲ τοῦ λαοῦ διαταχθέντα γίνεσθαι ὁμοίως ἀναγέγραπται, ἃ καὶ ἔπραττον οἱ ὑπὸ τὸν νόμον.