Ancient Greek
Chapter 46
Justin Martyr, Dialogus cum Tryphone 46.1
Not analysed yet
Ἐὰν δέ τινες καὶ νῦνζῆν βούλωνται φυλάσσοντες τὰ διὰ Μωσέως διαταχθέντα καὶ πιστεύσωσιν ἐπὶ τοῦτον τὸν σταυρωθέντα Ἰησοῦν, ἐπιγνόντες ὅτι αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ καὶ αὐτῷ δέδοται τὸ κρῖναι πάντας ἁπλῶς καὶ αὐτοῦ ἐστιν ἡ αἰώνιος βασιλεία [cf. DAN. ,VII, 26–27], δύνανται καὶ αὐτοὶ σωθῆναι; ἐπυνθάνετό μου.