Ancient Greek
Chapter 46
Justin Martyr, Dialogus cum Tryphone 46.3
Not analysed yet
Κἀγὼ ἔφην· Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἰώβ, καὶ εἴ τινες ἄλλοι γεγόνασι πρὸ τούτων ἢ μετὰ τούτους ὁμοίως δίκαιοι, λέγω δὲ καὶ Σάρραν τὴν γυναῖκα τοῦ Ἀβραάμ, καὶ Ῥεβέκκαν τὴν τοῦ Ἰσαάκ, καὶ Ῥαχὴλ τὴν τοῦ Ἰακώβ, καὶ Λείαν, καὶ τὰς λοιπὰς ἄλλας τὰς τοιαύτας μέχρι τῆς Μωσέως, τοῦ πιστοῦ θεράποντος [cf. Nomb. ,XII, 7, et Hébr. ,III, 2, 5], μητρός, μηδὲν τούτων φυλάξαντες, εἰ δοκοῦσιν ὑμῖν σωθήσεσθαι; Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Οὐ περιετέτμητο Ἀβραὰμ καὶ οἱ μετ᾿ αὐτόν;