Ancient Greek
Chapter 47
Justin Martyr, Dialogus cum Tryphone 47.5
Not analysed yet
Ἡ γὰρ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ θεοῦ [cf. Tit. ,III, 4, et Rom. ,II, 4] καὶ τὸ ἄμετρον τοῦ πλούτου αὐτοῦ τὸν μετανοοῦντα ἀπὸ τῶν ἁμαρτημάτων, καὶ ὡς δι᾿ Ἰεζεκιὴλ μηνύει [EZ. ,XXXIII, 12-20], ὡς δίκαιον ἀναμάρτητον ἔχει· καὶ τὸν ἀπὸ εὐσεβείας ἢ δικαιοπραξίας μετατιθέμενον ἐπὶ ἀδικίαν καὶ ἀθεότητα ὡς ἁμαρτωλὸν καὶ ἄδικον καὶ ἀσεβῆ ἐπίσταται. Διὸ καὶ ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστὸς εἶπεν· Ἐν οἶς ἂν ὑμᾶς καταλάβω, ἐν τούτοις καὶ κρινῶ.