Ancient Greek
Chapter 49
Justin Martyr, Dialogus cum Tryphone 49.2
Not analysed yet
Κἀγὼ πάλιν ἐπυθόμην αὐτοῦ· Οὐχὶ Ἡλίαν φησὶν ὁ λόγος διὰ Ζαχαρίου ἐλεύσεσθαι πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ φοβερᾶς ταύτης τοῦ κυρίου [cf. MAL. ,IV, 5]; Κἀκεῖνος ἀπεκρίνατο· Μάλιστα. Ἐὰν οὖν ὁ λόγος ἀναγκάζῃ ὁμολογεῖν ὅτι δύο παρουσίαι τοῦ Χριστοῦ προεφητεύοντο γενησόμεναι, μία μέν. ἐν ᾖ παθητός καὶ ἄτιμος καὶ ἀειδὴς φανήσεται [cf. Ιs. ,LIII, 2-3], ἡ δὲ ἑτέρα, ἐν ᾗ καὶ ἔνδοξος καὶ κριτὴς ἁπάντων ἐλεύσεται [cf. DAN. ,VII, 26-27], ὡς καὶ ἐν πολλοῖς τοῖς προλελεγμένοις ἀποδέδεικται, οὐχὶ τῆς φοβερᾶς καὶ μεγάλης ἡμέρας τουτέστι τῆς δευτέρας παρουσίας αὐτοῦ, πρόοδον γενήσεσθαι τὸν Ἡλίαν νοήσομεν τὸν λόγον τοῦ θεοῦ κεκηρυχέναι; Μάλιστα, ἀπεκρίνατο.