Ancient Greek
Chapter 5
Justin Martyr, Dialogus cum Tryphone 5.1
Not analysed yet
Οὐδὲν οὖν ἴσασι περὶ τούτων ἐκεῖνοι οἱ φιλόσοφοι· οὐδὲ γὰρ ὅ τί ποτέ ἐστι [fol. 55] ψυχὴ ἔχουσιν εἰπεῖν. Οὐκ ἔοικεν. Οὐδὲ μὴν ἀθάνατον χρὴ λέγειν αὐτήν· ὅτι εἰ ἀθάνατός ἐστι, καὶ ἀγέννητος δηλαδή. Ἀγέννητος δὲ καὶ ἀθάνατός ἐστι κατά τινας λεγομένους Πλατωνικούς. Ἦ καὶ τὸν κόσμον σὺ ἀγέννητον λέγεις; Εἰσὶν οἱ λέγοντες, οὐ μέντοι γε αὐτοῖς συγκατατίθεμαι ἐγώ.