Ancient Greek
Chapter 51
Justin Martyr, Dialogus cum Tryphone 51.1
Not analysed yet
Καὶ παυσαμένου μου εἶπεν ὁ Τρύφων· Ἀμφίβολοι μὲν πάντες οἱ λόγοι τῆς προφητείας. ἣν φῄς σύ, ὦ ἄνθρωπε, καὶ οὐδὲν τμητικὸν εἰς ἀπόδειξιν οὗπερ βούλει ἀποδεῖξαι ἔχοντες. Κἀγὼ ἀπεκρινάμην· Εἰ μὲν μὴ ἐπαύσαντο καὶ εἰσέτι ἐγένοντο οἱ προφῆται ἐν τῷ γένει ὑμῶν, ὦ Τρύφων. μετὰ τοῦτον τὸν Ἰωάννην, ἴσως ἀμφίβολα ἐνοεῖτε εἶναι τὰ λεγόμενα.