Ancient Greek
Chapter 54
Justin Martyr, Dialogus cum Tryphone 54.1
Not analysed yet
Καὶ τὸ ὑπὸ Μωσέως δὲ ἀνιστο[fol. 104]ρημένον καὶ ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ προπεφητευμένον, τὸ Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ (??)ν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ [Gen. ,XLIX, 11]. τὸ τῷ αἵματι αὐτοῦ ἀποπλύνειν μέλλειν τοὺς πιστεύοντας αὐτῷ. ἐδήλου. Στολὴν γὰρ αὐτοῦ ἐκάλεσε τὸ ἅγιον πνεῦμα τοὺς δι᾿ αὐτοῦ ἄφεσιν ἁμαρτιῶν λαβόντας, ἐν οἷς ἀεὶ δυνάμει μὲν πάρεστι. καὶ ἐναργῶς δὲ παρέσται ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ.