Ancient Greek
Chapter 55
Justin Martyr, Dialogus cum Tryphone 55.2
Not analysed yet
Οὐ γὰρ ὡς ὄντων θεῶν ταῦτα λέγεται, ἀλλ᾿ ὡς τοῦ λόγου διδάσκοντος ἡμᾶς ὅτι τῶν νομιζομένων θεῶν καὶ κυρίων ὁ τῷ ὄντι θεός, ὁ τὰ πάντα ποιήσας, κύριος μόνος ἐστίν. Ἵνα γὰρ καὶ τοῦτο ἐλέγξῃ τὸ ἅγιον πνεῦμα, διὰ τοῦ ἁγίου Δαυῒδ εἷπεν· Οἱ θεοὶ τῶν ἐθνῶν, νομιζόμενοι θεοί, εἴδωλα δαιμονίων εἰσίν, ἀλλ᾿ οὐ θεοί [cf. Ps. ,XCV, 5, et I Par. ,XVI, 26]. Καὶ ἐπάγει κατάραν τοῖς ποιοῦσιν αὐτὰ καὶ προσκυνοῦσι [cf. Ps. ,CXIII, 16].