Ancient Greek
Chapter 56
Justin Martyr, Dialogus cum Tryphone 56.14
Not analysed yet
Οὐ διὰ τοῦτο, ἔφην, μόνον, ὅπερ ἦν, ἐκ παντὸς τρόπου ὁμολογεῖν ἔδει ὅτι καὶ παρὰ τὸν νοούμενον ποιητὴν τῶν ὅλων ἄλλος τις κυριολογεῖται ὑπὸ τοῦ ἁγίου πνεύματος· οὐ μόνον δὲ διὰ Μωσέως, ἀλλὰ καὶ διὰ Δαυΐδ. Καὶ γὰρ καὶ δι᾿ ἐκείνου εἴρηται· Λέγει ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου [Ps. ,CIX, 1], ὡς προείρηκα. Καὶ πάλιν ἐν ἄλλοις λόγοις· Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην [fol. 107] καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου [Ps. ,XLIV, 6-7].