Ancient Greek
Chapter 56
Justin Martyr, Dialogus cum Tryphone 56.2
Not analysed yet
Οὕτω γάρ φησιν· Ὤφθη δὲ αὐτῷ ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῇ θύρᾳ τῆς σκηνῆς μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες ε(??)τήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν συνέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε [Gen. ,XVIII, 1-3]· καὶ τὰ λοιπὰ μέχρι τοῦ· Ὤρθρισε δὲ Ἀβραὰμ τὸ πρωῒ εἰς τόν τόπον οὖ εἰστήκει ἔναντι κυρίου, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας καὶ ἐπὶ πρόσωπον τῆς γῆς τῆς περιχώρου, καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου [Gen. ,XIX, 27-28]. Καὶ παυσάμενος λοιπὸν τοὺ λέγειν, ἐπυθόμην αὐτῶν εἰ [fol. 105] ἐνενοήκεισαν τὰ εἰρημένα.