Ancient Greek
Chapter 56
Justin Martyr, Dialogus cum Tryphone 56.6
Not analysed yet
Πῶς οὖν, εἶπον, ὁ εἷς τῶν τριῶν γενόμενος ἐν τῇ σκηνῇ, ὁ καὶ εἰπών· Εἰς ὥρας ἀνακάμψω πρός σε, καὶ τῇ Σάρρᾳ υἱὸς [fol. 106] γενήσεται [Gen. ,XVIII, 14], φαίνεται ἐπανελθὼν γενομένου τῇ Σάρρᾳ υἱοῦ, καὶ θεὸν αὐτὸν ὄντα ὁ προφητικὸς λόγος κἀκεῖ σημαίνει; Ἵνα δὲ φανερὸν ὑμῖν γένηται ὃ λέγω, ἀκούσατε τῶν ὑπὸ Μωσέως διαρρήδην εἰρημένων.