Ancient Greek
Chapter 58
Justin Martyr, Dialogus cum Tryphone 58.12
Not analysed yet
Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι κύριος, ὁ θεὸς Ἀβραάμ, τοῦ πατρός σου, καὶ Ἰσαάκ. Μὴ φοβοῦ. Ἡ γῆ, ὲφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου· καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται εἰς θάλασσαν καὶ νότον καὶ βορρᾶν καὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν ὁδῷ πάσῃ ᾗ ἄν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.