Ancient Greek
Chapter 58
Justin Martyr, Dialogus cum Tryphone 58.4
Not analysed yet
Ἐξηγούμενος οὖν διὰ Μωσέως ὁ λόγος τοῦ θεοῦ τὰ περὶ Ἰακώβ, τοῦ υἱωνοῦ τοῦ Ἀβραάμ, οὕτως φησί· Καὶ ἐγένετο ἡνίκα ἐκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ· καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοί, ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. [fol. 110] Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ᾿ ὕπνους· Ἰακώβ, Ἰακώβ.