Ancient Greek
Chapter 58
Justin Martyr, Dialogus cum Tryphone 58.8
Not analysed yet
Καὶ πάλιν ἐν ἑτέροις περὶ τοῦ αὐτοῦ Ἰακὼβ ἐξαγγέλλων ταῦτά φησιν· Ἦλθε δὲ Ἰακὼβ εἰς Λουζᾶ, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὅς ἦν μετ᾿ αὐτοῦ. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεὸς ὲν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ Ἠσαῦ. Ἀπέθανε δὲ Δεβόρρα, ἡ τροφὸς Ῥεβέκκας, καὶ ἐτάφη κατωτέρω Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανον πένθους. Ὤφθη δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾶ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτόν. Καὶ εἶπεν αὐτῷ ὁ θεός· Τὸ ὄνομά σου Ἰκκὼβ οὐ κληθήσεται ἔτι, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου [Gen. ,XXXV, 6-10].