Ancient Greek
Chapter 59
Justin Martyr, Dialogus cum Tryphone 59.1
Not analysed yet
Καὶ ταῦτα εἰπών· Ἀνάσχεσθέ μου, ἔλεγον, καὶ ἀπὸ τῆς βίβλου τῆς Ἐξόδου ἀποδεικνύοντος ὑμῖν, πῶς ὁ αὐτὸς οὗτος καὶ ἄγγελος καὶ θεὸς καὶ κύριος καὶ ἀνὴρ [cf. Gen. ,XVIII, 2] καὶ ἄνθρωπος [cf. Gen. ,XXXII, 24], Ἀβραὰμ καὶ Ἰακὼβ φανείς, ἐν πυρὶ φλογὸς ἐκ βάτου πέφανται καὶ· ὡμίλησε τῷ Μωσεῖ [cf. Exod. ,III, 2]. Κἀκείνων ἡδέως καὶ ἀκαμάτως καὶ προθύμως ἀκούειν λεγόντων, ἐπέφερον·