Ancient Greek
Chapter 62
Justin Martyr, Dialogus cum Tryphone 62.3
Not analysed yet
Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Καὶ εἶπεν ὁ θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἶς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν [GEN. ,III, 22]. Οὐκοῦν εἰπὼν Ὡς εἶς ἐξ ἡμῶν, καὶ ἀριθμὸν τῶν ἀλλήλοις συνόντων, καὶ τὸ ἐλάχιστον δύο μεμήνυκεν. Οὐ γὰρ ὅπερ ἡ παρ᾿ ὑμῖν λεγομένη αἵρεσις δογματίζει φαίην ἂν ἐγὼ ἀληθὲς εἶναι, ἢ οἱ ἐκείνης διδάσκαλοι ἀποδεῖξαι δύνανται ὅτι ἀγγέλοις ἔλεγεν ἢ ὅτι ἀγγέλων ποίημα ἦν τὸ σῶμα τὸ ἀνθρώπειον.