Ancient Greek
Chapter 64
Justin Martyr, Dialogus cum Tryphone 64.4
Not analysed yet
Εἰσὶν οὖν οἱ λόγοι, οὕς φησιν ὁ Δαυίδ, οὗτοι· Ὁ κύριος ἐβασί[fol. 117]λευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιον ἐστι, καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς, ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ ἃ ἔδωκεν αὐτοῖς [Ps. ,XCVIII, 1-7].