Ancient Greek
Chapter 68
Justin Martyr, Dialogus cum Tryphone 68.2
Not analysed yet
Καὶ ὁ Τρύφων· Ὅρα, ὦ φίλε, ἔφη, ὅτι μετὰ πολλοῦ κόπου καὶ καμάτου γέγονέ σοι τὸ κτήσασθαι αὐτά· καὶ ἡμᾶς οὖν, βασανίσαντας πάντα τὰ ἐπιτρέχοντα, συνθέσθαι δεῖ οἷς ἀναγκάζουσιν ἡμᾶς αἱ γραφαί. Κἀγὼ πρὸς ταῦτα· Οὐκ ἀξιῶ, εἶπον, ὑμᾶς μὴ παντὶ τρόπῳ ἀγωνιζομένους τὴν ἐξέτασιν τῶν ζητουμένων ποιεῖσθαι, ἀλλ᾿ ἐκείνοις μὴ πάλιν ἀντιλέγειν, μηδὲν ἔχοντας λέγειν, οἷς ἔφητε συνθέσθαι.