Ancient Greek
Chapter 68
Justin Martyr, Dialogus cum Tryphone 68.4
Not analysed yet
Καὶ ὁ Τρύφων· Πῶς τοῦτο δυνάμεθα εἷναι ὁμολογῆσαι, ὁπότε, εἰ καὶ ἄλλος τίς ἐστι πλὴν τοῦ πατρὸς μόνου. τὴν τοσαύτην ζήτησιν ἐποιησάμεθα; Κἀγὼ πάλιν· Ἀναγκαῖόν ἐστι καὶ ταῦτα ὑμᾶς ἐρωτῆσαι, ὅπως γνῶ μήτι ἄλλο φρονεῖτε παρ᾿ ἃ τέως ὡμολογήσατε. Κἀκεῖνος· Οὔ, ἄνθρωπε, ἔφη. Κἀγὼ πάλιν· Ὑμῶν οὖν ταῦτα ἀληθῶς συντιθεμένων καὶ τοῦ λόγου λέγοντος· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται [Is. ,LIII, 8]; οὐκ ἤδη καὶ νοεῖν ὀφείλετε ὅτι οὐκ ἔστι γένους ἀνθρώπου σπέρμα;