Ancient Greek
Chapter 68
Justin Martyr, Dialogus cum Tryphone 68.6
Not analysed yet
Κἀγὼ ἔφην· Ὦ Τρύφων, εἰ μὲν καὶ τὴν προφητείαν, ἣν ἔφη Ἡσαΐας, οὔ φησι πρὸς τὸν οἶκον τοῦ Δαυΐδ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται [Is. ,VII, 13-14]· ἀλλὰ πρὸς ἕτερον οἶκον τῶν δώδεκα φυλῶν, ἴσως ἂν ἀπορίαν εἶχε τὸ πρᾶγμα· ἐπειδὴ δὲ καὶ αὐτὴ ἡ προφητεία πρὸς τὸν οἶκον Δαυῒδ εἴρηται, τὸ εἰρημένον πρὸς Δαυῒδ ὑπὸ θεοῦ ἐν μυστηρίῳ διὰ Ἡσαΐου ὡς ἔμελλε γίνεσθαι ἐξηγήθη· εἰ μήτι τοῦτο οὐκ ἐπίστασθε, ὦ φίλοι, ἔφην, ὅτι πολλοὺς λόγους, τους ἐπικεκαλυμμένως καὶ ἐν παραβο[fol. 123]λαῖς ἢ μυστηρίοις ἣ ἐν συμβόλοις ἔργων λελεγμένους, οἱ μετ᾿ ἐκείνους τοὺς εἰπόντας ἢ πράξαντας γενόμενοι προφῆται ἐξηγήσαντο.