Ancient Greek
69.1 to 69.2
Justin Martyr, Dialogus cum Tryphone 69.1-2
Not analysed yet
Εὖ ἴσθι οὖν, ὦ Τρύφων, λέγων ἐπέφερον, ὅτι ἃ παραποιήσας ὁ λεγόμενος διάβολος ἐν τοῖς Ἕλλησι λεχθῆναι ἐποίησεν, ὡς καὶ διὰ τῶν ἐν Αἰγύπτῳ μάγων [cf. Exod. ,VII, 11 et suiv.] ἐνήρησε καὶ διὰ τῶν ἐπὶ Ἡλίᾳ ψευδοπροφητῶν [cf. III R. ,XVIII], καὶ ταῦτα βεβαίαν μου τὴν ἐν ταῖς γραφαῖς γνῶσιν· καὶ πίστιν κατέστησεν. Ὅταν γὰρ Διόνυσον μὲν υἱὸν τοῦ Διὸς ἐκ μίξεως, ἣν μεμῖχθαι αὐτὸν τῇ Σεμέλῃ, γεγενῆσθαι λέγωσι, καὶ τοῦτον εὑρετήν ἀμπέλου γενόμενον, καὶ διασπαραχθέντα καὶ ἀποθανόντα ἀναστῆναι, εἰς οὐρανόν τε ἀνεληλυθέναι ἱστορῶσι, καὶ ὄνον ἐν τοῖς μυστηρίοις αὐτοῦ παραφέρωσιν, οὐχὶ τὴν προλελεγμένην ὑπὸ Μωσέως ἀναγραφεῖσαν Ἰακώβ τοῦ πατριάρχου προφητείαν [cf. Gen. ,XLIX, 11-12] μεμιμῆσθαι αὐτὸν νοῶ;