Ancient Greek
Chapter 69
Justin Martyr, Dialogus cum Tryphone 69.4
Not analysed yet
Ἐπεὶ δὲ οὐκ ἀνιστόρησα πρὸς ὑμᾶς τοιαύτην γραφήν, ἣ σημαίνει τὸν Χριστὸν ταῦτα ποιήσειν, καὶ μιᾶς τινὸς ἀναγκαίως ἐπιμνησθήσομαι, ἐξ ἧς καὶ συνεῖναι ὑμῖν δυνατόν, πῶς καὶ τοῖς ἐρήμοις γνώσεως θεοῦ, λέγω δὲ τοῖς ἔθνεσιν, οἳ καὶ ὀφθαλμοὺς ἔχοντες οὐχ ἑώρων οὐδὲ καρδίαν ἔχοντες συνίεσαν, τά ἐξ ὕλης κατασκευάσματα προσκυνοῦντες [cf. Ps. ,CXIII, 12-13, et Is. ,VI, 10], ὁ λόγος προέλεγεν ἀρνηθῆναι αὐτὰ καὶ ἐλπίζειν ἐπὶ τοῦτον τὸν Χριστόν.