Ancient Greek
Chapter 7
Justin Martyr, Dialogus cum Tryphone 7.1
Not analysed yet
Τίνι οὖν, φημί, ἔτι τις χρήσαιτο διδασκάλῳ (??)πόθεν ὠφεληθείη τις. εἰ μηδὲ ἐν τούτοις τὸ ἀληθές ἐστιν; Ἐγένοντό τινες πρὸ πολλοῦ χρόνου πάντων τούτων τῶν νομιζομένων φιλοσόφων παλαιότεροι, μακάριοι καὶ δίκαιοι καὶ θεοφιλεῖς, θείῳ πνεύματι λαλήσαντες καὶ τὰ μέλλοντα θεσπίσαντες, ἃ δὴ νῦν γίνεται· προφήτας δὲ αὐτοὺς καλοῦσιν. Οὗτοι μόνοι τὸ ἀληθὲς καὶ εἶδον καὶ ἐξεῖπον ἀνθρώποις, μήτ᾿ εὐλαβηθέντες μήτε δυσωπηθέντες τινά. μὴ ἡττημένοι δόξης. ἀλλὰ μόνα ταῦτα εἰπόντες ἃ ἤκουσαν καὶ ἃ εἶδον ἁγίῳ πληρωθέντες πνεύματι.