Ancient Greek
Chapter 70
Justin Martyr, Dialogus cum Tryphone 70.4
Not analysed yet
Ὅτι μὲν οὖν καὶ λέγει ἐν ταύτῃ τῇ προφητείᾳ περὶ τοῦ ἄρτου, ὅν παρέδωκεν ἡμῖν ὁ ἡμέτερος Χριστὸς ποιεῖν εἰς ἀνάμνησιν τοῦ σεσωματοποιῆσθαι αὐτὸν διὰ τοὺς πιστεύοντας εἰς αὐτόν, δι᾿ οὓς καὶ παθητὸς γέγονε, καὶ περὶ τοῦ ποτηρίου, ὃ εἰς ἀνάμνησιν τοῦ αἵματος αὐτοῦ παρέδωκεν εὐχαριστοῦντας ποιεῖν [cf. I Cor. ,XI, 24, et LUC, XXII, 19], φαίνεται. Καὶ ὅτι βασιλέα τοῦτον αὐτὸν μετὰ δόξης ὀψόμεθα. αὕτη ἡ προφητεία δηλοῖ.