Ancient Greek
Chapter 72
Justin Martyr, Dialogus cum Tryphone 72.3
Not analysed yet
Καὶ ἐπειδὴ αὕτη ή περικοπή, ἡ ἐκ τῶν λόγων τοῦ Ἱερεμίου, ἔτι ἐστὶν ἐγγεγραμμένη ἔν τισιν ἀντιγράφοις τῶν ἐν συναγωγαῖς Ἰουδαίων (πρὸ γὰρ ὀλίγου χρόνου ταῦτα ἐξέκοψαν), ἐπειδὰν καὶ ἐκ τούτων τῶν λόγων ἀποδεικνύηται ὅτι ἐβουλεύσαντο Ἰουδαῖοι περὶ αὐτοῦ τοῦ Χριστοῦ, ἀναιρεῖν αὐτὸν σταυρώσαντες βουλευσάμενοι, καὶ αὐτὸς μηνύεται, ὡς καὶ διὰ τοῦ Ἡσαΐου προεφητεύθη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος [cf. Is. ,LIII, 7], καὶ ἐνθάδε ὡς ἀρνίον ἄκακον [cf. JÉR. ,XI, 19] δηλοῦται· ὥστ᾿ ἀπορούμενοι ἐπὶ τὸ βλασφημεῖν [fol. 127] χωροῦσι.